9.40τοῦτο τοίνυν οὕτως ἔχειν ὑπολαβόντες ἠξίωσαν αὐτοὺς ἐπὶ διαρπαγὴν τῶν πολεμίων ἐκπέμψαι τὸν βασιλέα καὶ πάντες ἐξορμήσαντες ὡς ἐπὶ ἑτοίμην ὠφέλειαν ἦλθον εἰς τὸ τῶν ἐχθρῶν στρατόπεδον ὡς ἀπολωλότων. καὶ διαψεύδεται μὲν αὐτοῖς ἡ ἐλπὶς αὕτη, περιστάντων δὲ τῶν πολεμίων οἱ μὲν αὐτῶν κατεκόπησαν οἱ δὲ διεσπάρησαν εἰς τὴν ἰδίαν χώραν φεύγοντες.
9.41ἐμβαλόντες δὲ εἰς τὴν Μωαβιτῶν οἱ βασιλεῖς τάς τε πόλεις κατεστρέψαντο τὰς ἐν αὐτῇ καὶ τοὺς ἀγροὺς αὐτῶν διήρπασαν καὶ ἠφάνισαν πληροῦντες τῶν ἐκ τῶν χειμάρρων λίθων, καὶ τὰ κάλλιστα τῶν δένδρων ἔκοψαν, καὶ τὰς πηγὰς ἐνέφραξαν τῶν ὑδάτων, καὶ τὰ τείχη καθεῖλον ἕως ἐδάφους.
9.42ὁ δὲ βασιλεὺς τῶν Μωαβιτῶν συνδιωκόμενος τῇ πολιορκίᾳ καὶ τὴν πόλιν ὁρῶν κινδυνεύουσαν αἱρεθῆναι κατὰ κράτος ὥρμησε μεθʼ ἑπτακοσίων ἐξελθὼν διὰ τοῦ τῶν πολεμίων ἐξιππάσασθαι στρατοπέδου, καθʼ ὃ μέρος ἐνόμιζεν αὐτοὺς τὰς φυλακὰς ἀνεῖσθαι. καὶ πειραθεὶς οὐκ ἠδυνήθη φυγεῖν· ἐπιτυγχάνει γὰρ ἐπιμελῶς φρουρουμένῳ τῷ τόπῳ.
9.43ὑποστρέψας δὲ εἰς τὴν πόλιν ἔργον ἀπογνώσεως καὶ δεινῆς ἀνάγκης διεπράξατο· τῶν υἱῶν τὸν πρεσβύτατον, ὃς μετʼ αὐτὸν βασιλεύειν ἤμελλεν, ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ὥστε ἅπασι φανερὸν γενέσθαι τοῖς πολεμίοις ἱερούργησεν εἰς ὁλοκαύτωσιν τῷ θεῷ. θεασάμενοι δʼ αὐτὸν οἱ βασιλεῖς κατῴκτειραν τῆς ἀνάγκης καὶ παθόντες ἀνθρώπινόν τι καὶ ἐλεεινὸν διέλυσαν τὴν πολιορκίαν καὶ ἕκαστος εἰς τὴν οἰκείαν ἀνέστρεψαν.